TLG 1430 001 :: HIERONYMUS :: Fragmenta HIERONYMUS Phil. Fragmenta
Citation: Fragment — (line) | ||
11 | Plutarchus De Stoicorum repugnantiis II 1033 c: (Ζήνων Κλεάν‐ θης Χρύσιππος) ἣν Ἐπίκουρος (fr. 426 Us.) ἡσυχίαν ἐπαινεῖ καὶ Ἱερώνυμος, ἐν ταύτῃ τὸ παράπαν καταβιώσαντες. | |
12 | Iamblichus De anima apud Stobaeum I 49, 42a p. 383 W: κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀν‐ θρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι. κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ. κατὰ δὲ τοὺς ἄλλους | |
5 | μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ’ Ἱερώνυμον ἢ ἄλλοις τισὶ τρόποις δια‐ γωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ’ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι. | |
---|---|---|
13 | Clemens Stromateis II cap. XXI 127, 3: ... ὅ τε Ἱερώνυμος ὁ Περιπα‐ τητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν. | |
15a | Schol. Venet. BT Homer. Λ 1: Ἱερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν. ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον. τὴν δὲ ἀδυνατοῦσαν εἰς τέττιγα αὐτὸν μεταβαλεῖν, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς ἀκούουσα. | |
15b | Eustathius in Homer. Λ 1 p. 756 ed. Basil.: φασὶ δὲ Ἱερώ‐ νυμόν τινα ἱστορεῖν ὅτι Τιθωνὸς ἀδελφὸς Πριάμου ἐς βαθὺ γῆρας ἐλάσας καὶ ζῆν μηκέτι ἐθέλων ᾐτήσατο παρὰ τῆς Ἠοῦς θάνατον, συνοικῶν αὐτῇ κατὰ ἔρωτα. ἡ δὲ ἀδυνατοῦσα, ἤδη γὰρ ἐνεγράφη τοῖς ἀθανάτοις ὁ Τιθωνός, εἰς τέττιγα με‐ | |
5 | τέβαλεν αὐτόν, ὡς ἂν ἥδοιτο τῆς αὐτοῦ φωνῆς ἐς τὸ διηνεκὲς ἀκούουσα. | |
16 | Clemens Protrepticus II 30, 7: Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν | |
σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν. | 13 | |
18 | Stoicorum index Herculanensis col. 48, Comparetti Papiro Ercol. ined. p. 76, cf. St V F III pag. 209 fr. 2: καὶ πέντε πρὸς Ἱερώ̣[νυ]‐ μ̣ον κ̣αὶ φ... μὴ [κατ]ω̣ρθῶσθαι. | |
19 | Stobaeus Ecl. II 31, 121 pag. 233 W: Ἱερωνύμου. δεῦρο δὴ καὶ σκεψώμεθα περὶ τῆς τῶν παίδων ἀγωγῆς, τίνα τρόπον διειλήφασιν οἱ πατέρες· οὐ γὰρ μόνον ἐν τοῖς πρότερον, ἀλλὰ καὶ ἐν τούτοις εὑρήσομεν αὐτοὺς οὐ μικρὰ διαφωνοῦντας· οἵτινες πρῶτον μὲν βαρβάροις παραβαλόντες 〈τοὺς παῖδασ〉 | |
5 | παιδαγωγοῖς καὶ τούτων ἀκούειν κελεύσαντες ἱκανῶς ἐπιμελεῖσθαι νομίζουσιν, ὥσπερ τοῦ κατὰ πόδας ἀκολουθήσοντος, ἀλλ’ οὐ τοῦ καλῶς ἡγησομένου δεομέ‐ νων παιδίων καὶ τοῦ φυλάξοντος καθάπερ συβώτου μὴ πλανηθῇ, ἀλλ’ οὐχὶ ... διὸ καὶ τὸν ἐκ τῶν ἐργατῶν ἀποδοκιμασθέντα, τοῦτον ἐπὶ παιδαγωγίᾳ κατατάτ‐ τουσι, τὰ φύσει τιμιώτατα τοῖς εὐτελεστάτοις διδόντες. ὅθεν καὶ Περικλῆς, οἰκέ‐ | |
10 | του ποτὲ πεσόντος ἀπὸ ἐλαίας καὶ τὸ σκέλος συντρίψαντος· «νέος ἄρα, ἔφη, παιδαγωγὸς πέφηνεν», οὐκ ἀπιθάνως τῆς ὑπουργίας τὴν ἀτιμίαν σκώψας. | |
20 | Plutarchus De audiendo XVIII 48a: ἕτεροι δὲ προσοχῆς καὶ δριμύτητος ἐν οὐ δέοντι θηρώμενοι δόξαν ἀποκναίουσι λαλιᾷ καὶ περιεργίᾳ τοὺς λέγοντας, ἀεί τι προσδιαποροῦντες τῶν οὐκ ἀναγκαίων καὶ ζητοῦντες ἀποδείξεις τῶν οὐ δεομένων. «οὕτως ὁδὸς βραχεῖα γίγνεται μακρά», ὥς φησι Σοφοκλῆς | |
5 | (Antigone 232), οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις. ἀντιλαμβανόμενοι γὰρ | |
ἑκάστοτε κεναῖς καὶ περιτταῖς ἐρωτήσεσι τοῦ διδάσκοντος, ὥσπερ ἐν συνοδίᾳ, τὸ ἐνδελεχὲς ἐμποδίζουσι τῆς μαθήσεως ἐπιστάσεις καὶ διατριβὰς λαμβανούσης. οὗτοι μὲν οὖν κατὰ τὸν Ἱερώνυμον ὥσπερ οἱ δειλοὶ καὶ λίχνοι σκύλακες τὰ δέρ‐ ματα δάκνοντες οἴκοι καὶ τὰ τίλματα τίλλοντες τῶν θηρίων αὐτῶν οὐχ ἅπτονται. | 14 | |
22 | Plutarchus De cohibenda ira 454f: οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν, ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γινομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. | |
23 | — —460c: αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διά‐ κρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ, πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος. | |
24 | Diogenes Laert. II 105: Φαίδων Ἠλεῖος τῶν Εὐπατριδῶν, συνεάλω τῇ πατρίδι καὶ ἠναγκάσθη στῆναι ἐπ’ οἰκήματος. ἀλλὰ τὸ θύριον προστιθεὶς μετεῖχε Σωκράτους, ἕως αὐτὸν λυτρώσασθαι τοὺς περὶ Ἀλκιβιάδην ἢ Κρίτωνα προύτρεψε. καὶ τουντεῦθεν ἐλευθερίως ἐφιλοσόφει. Ἱερώνυμος δ’ ἐν τῷ περὶ | |
5 | ἐποχῆς καθαπτόμενος δοῦλον αὐτὸν εἴρηκε. | |
25 | Plutarchus Quaestiones convivales I 612d: ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατ’ Εὐριπίδην (Or. 213) εἶναι, τὸ δ’ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μά‐ χεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντι‐ | |
5 | μαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύ‐ | |
σιππον Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημίας, ὡς ἀξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους, ᾠήθης τε δεῖν etc. | 15 | |
26 | —Contra Epicuri beatitudinem 1096a: ποῖος γὰρ ἂν αὐ‐ λὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν ἢ τίς χορὸς εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων (Fragm. adesp. 14, II 162 D2) | |
5 | φθεγγόμενος οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλιῶν καὶ τὰ [δι’] αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; etc. cf. Dicaearchus fr. 74. | |
27 | Athenaeus XI 499f: εἰ μὴ σκύφος οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δ’ ὁ Ῥόδιος ἐν τῷ περὶ μέθης καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. | |
28 | —X 424e: ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες ὡς ὁ τοῦ Μενελάου υἱός· ᾠνοχόει δ’ υἱὸς Μενελάου κυδαλίμοιο (Homer. o 141) καὶ Εὐριπίδης δ’ ὁ ποιητὴς ἐν παισὶν ᾠνοχόησε· Θεόφραστος γοῦν ἐν τῷ περὶ | |
5 | μέθης (fr. 119 Wi) φησί· «πυνθάνομαι δ’ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνο‐ χοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτ〈ων ὄ〉ντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμά‐ τια τῶν Θηραικῶν. ὁ δὲ Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ Θαργήλια ἄγουσι, καὶ δια‐ σῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων». τὰ αὐτὰ ἱστορεῖ | |
10 | καὶ Ἱερώνυμος ὁ Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης. | |
29 | Etymologicon Gudianum s. v. ἀλκαία· ἡ οὐρά, κυρίως ἡ τοῦ λέοντος, διὰ τὸ εἰς ἀλκὴν αὐτὸν τρέπειν· ἔχει γὰρ ἐπὶ τῇ οὐρᾷ κέντρον, ἀφ’ οὗ παροξύνεται, καθώς φησιν Ἱερώνυμος καὶ Ἐπαφρόδιτος ἐν ὑπο‐ | |
μνήσει Ἀσπίδος Ἡσιόδου. | 16 | |
30 | Diogenes Laert. VIII 57: Ἀριστοτέλης ... ἐν δὲ τῷ περὶ ποιητῶν φησιν ... δὴ ὅτι γράψαντος αὐτοῦ (sc. Ἐμπεδοκλέους) καὶ ἄλλα ποιήματα τήν τε τοῦ Ξέρξου διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα ταῦθ’ ὕσ‐ τερον κατέκαυσεν ἀδελφή τις αὐτοῦ, ἢ θυγάτηρ ὥς φησιν Ἱερώνυμος, τὸ | |
5 | μὲν προοίμιον ἄκουσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελείωτα εἶναι. καθόλου δέ φησι καὶ τραγῳδίας αὐτὸν γράψαι καὶ πολιτικούς. Ἡρακλείδης δ’ ὁ τοῦ Σαραπίωνος ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας. Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντά φησιν ἐντετυχηκέναι, Νεάνθης δὲ νέον ὄντα γεγρα‐ φέναι τὰς τραγῳδίας καὶ αὐτῶν ἑπτὰ ἐντετυχηκέναι. | |
31 | Vita Sophoclis 12: γέγονε δὲ καὶ θεοφιλὴς ὁ Σοφοκλῆς ὡς οὐκ ἄλλος, καθά φησιν Ἱερώνυμος— — —περὶ τῆς χρυσῆς στεφάνης. ταύτης γὰρ ἐξ ἀκροπόλεως κλαπείσης κατ’ ὄναρ Ἡρακλῆς ἐδήλωσε Σοφοκλεῖ λέγων τὴν † μὴ οἰκοῦσαν † οἰκίαν ἐν δεξιᾷ εἰσιόντι ἐρευνῆσαι, ἔνθα ἐκέκρυπτο. | |
5 | ἐμήνυσε δ’ αὐτὴν τῷ δήμῳ καὶ τάλαντον ἐδέξατο. τοῦτο γὰρ ἦν προκηρυχ‐ θέν. λαβὼν οὖν τὸ τάλαντον ἱερὸν ἱδρύσατο Μηνυτοῦ Ἡρακλέους. | |
32 | Suda A 1842 Ἀναγυράσιος, cf. Apostolius Cent. IX 79: δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηίδος φυλῆς, ἧς ὁ δημότης Ἀναγυράσιος. καὶ Ἀν‐ αγυράσιος δαίμων. καὶ τέμενος Ἀναγύρου ἐν τῷ δήμῳ τῶν Ἀναγυρασίων. Ἀν‐ αγυράσιος δαίμων, ἐπεὶ τὸν παροικοῦντα πρεσβύτην καὶ ἐκτέμνοντα τὸ ἄλσος | |
5 | ἐτιμωρήσατο Ἀνάγυρος ἥρως. Ἀναγυράσιοι δὲ δῆμος τῆς Ἀττικῆς. τούτου δέ τις ἐξέκοψε τὸ ἄλσος. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτις μὴ δυναμένη συμπεῖσαι τὸν παῖδα διέβαλεν ὡς ἀσελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἐπὶ τούτοις καὶ ὁ πατὴρ ἑαυτὸν ἀνήρτησεν, ἡ δὲ παλλακὴ εἰς φρέαρ ἑαυτὴν ἔρριψεν. ἱστορεῖ δὲ Ἱερώνυμος ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπει‐ | |
10 | κάζων τούτοις τὸν Εὐριπίδου Φοίνικα. | |
33 | Athenaeus XIV 635f: Ἱερώνυμος δ’ ἐν τῷ περὶ κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον περὶ ποιητῶν, κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου | |
τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι. | 17 | |
34 | Athenaeus XIII 602a: Ἱερώνυμος δ’ ὁ Περιπατητικὸς περισπου‐ δάστους φησὶν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ’ ἂν παθεῖν ἢ δειλοῦ δόξαν | |
5 | ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θή‐ βησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δ’ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου 〈ἔρωσ〉 κτλ (cf. Heraclid. Pont. fr. 65). διὰ τοὺς τοι‐ ούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν | |
10 | ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ ἀντιτειχίσματα ταῖς ἰδίαις ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος. | |
35 | —XIII 603e: φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς ὡς Εὐριπίδης φιλο‐ γύνης. ib. 604d: Ἱερώνυμος δ’ ὁ Ῥόδιος ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασίν φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. ὁ μὲν οὖν παῖς | |
5 | τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβά‐ λοντο. μετ’ οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμ‐ βεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν | |
10 | ἀκολασίαν καταφρονηθῆναι. καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοι‐ οῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος· Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦνθ’ ἑτέραν | |
15 | Βορρᾶς ὡμίλησε. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις (Sophocles fr. 3 D). | |
36 | —XIII 557e: φιλογύνης δ’ ἦν καὶ Εὐριπίδης ὁ ποιητής. Ἱερώνυμος | |
γοῦν ἐν ἱστορικοῖς ὑπομνήμασίν φησιν οὕτως· «εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης· ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς, ἐπεὶ ἐν [γε] τῇ κλίνῃ φιλογύνης». | 18 | |
37 | Plutarchus Agesilaus XIII: τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καὶ νόμιμος (sc. Ἀγησίλαος), ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς Ἱδριέα τὸν Κᾶρα τοιοῦτο· «Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἁμὶν ἄφες, πάντως δ’ ἄφες». ἐν μὲν οὖν τοῖς πλείστοις | |
5 | τοιοῦτος ὑπὲρ τῶν φίλων ὁ Ἀγησίλαος· ἔστι δ’ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενομένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκείνου γὰρ δεομένου καὶ καλοῦντος αὐτὸν ἀπιόντα, μεταστραφεὶς εἶπεν, ὡς χαλεπὸν ἐλεεῖν ἅμα καὶ φρονεῖν. τουτὶ μὲν οὖν Ἱερώνυμος ὁ φιλόσοφος ἱστόρηκεν. | |
38 | Athenaeus X 435 a: Ἱερώνυμός τε ἐν ταῖς ἐπιστολαῖς Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια· Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστά‐ την οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου, εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη, | |
5 | πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι. | |
39 | Diogenes Laert. I 26: φησὶ δὲ καὶ Ἱερώνυμος ὁ Ῥόδιος ἐν τῷ δευ‐ τέρῳ τῶν σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν (sc. Θαλῆς), φορᾶς ἐλαιῶν μελλούσης ἔσεσθαι προνοήσας ἐμισθώσατο τὰ ἐλαι‐ ουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα. | |
40 | —I 27: ὁ δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν (sc. Θαλῆν) τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν. | |
41 | —II 14: Ἱερώνυμος δ’ ἐν τῷ δευτέρῳ τῶν σποράδην ὑπομνημάτων φησὶν ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν (sc. Ἀναξαγόραν) ἐπὶ τὸ δικαστήριον διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέῳ μᾶλλον ἢ κρίσει ἀφεθῆναι. | |
42 | —VIII 21: φησὶ δ’ Ἱερώνυμος κατελθόντα αὐτὸν (sc. Πυθαγόραν) εἰς Ἅιδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζου‐ σαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτὴν ἀνθ’ ὧν εἶπον περὶ θεῶν, κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς αὑτῶν γυναιξί. | |
5 | καὶ δὴ καὶ διὰ τοῦτο τιμηθῆναι ὑπὸ τῶν ἐν Κρότωνι. | 19 |
43 | Plutarchus Aristides XXVII, cf. Aristoxenus fr. 58, Demetrius Phalereus fr. 96: Δημήτριος δ’ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστό‐ ξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης, εἰ δὴ τό γε περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον, ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σω‐ | |
5 | κράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δ’ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν. | |
44 | Athenaeus XIII 555d, cf. Aristoxenus fr. 57, Demetrius Pha‐ lereus fr. 94: ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ’ ἂν τοὺς περιτιθέντας Σω‐ κράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου (οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν), ἀλλὰ τοῦ τρίτου ἀπ’ ἐκείνου, | |
5 | εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ Περιπατητικός, Ἀριστό‐ ξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ περὶ εὐγενείας. εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάνιν ἀν‐ θρώπων, ὥστ’ ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας. | |
10 | παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα Ἱερώνυμος ὁ Ῥόδιος, ὅπερ σοι δια‐ πέμψομαι εὐπορήσας τοῦ βιβλίου. | |
45 | Diogenes Laert. II 26: φησὶ δὲ Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν (sc. Σωκράτη) ἀγαγέσθαι, προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμ‐ προκλέα, δευτέραν δὲ Μυρτὼ τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροι‐ κον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. οἱ δὲ προτέραν γῆμαι | |
5 | τὴν Μυρτώ φασιν. ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ, ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος· φασὶ γὰρ βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συν‐ αυξῆσαι τὸ πλῆθος ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας. ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτη. | |
46 | —IX 16: Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου (sc. Ἡρακλείτου) λόγον διὰ μέτρου ἐκβάλ‐ λειν. | |
47 | Philodemus Περὶ τῶν Στωικῶν, Papyri Herculanenses 339, VH1 VIII C. 6 init., W. Crönert, Kolotes und Menedemos (1906) 27, cf. Usener, Epicurea p. 407: ... πο[λ]λάκις ἐξ ... Κλεάνθην. ἃ γὰ[ρ] λέγομεν, Ἱερώνυμός τε μαρτυρεῖ κ[αὶ] ὁ Χαλκιδεὺς Εὔφαντος, ἔτι δ’ Ἡγήμων ὁ ...ναῖος καὶ Χρ... | |
5 | τ... ν.ν κτλ. | |
48 | Athenaeus II 48 b: ἤκμασε δ’ ἡ τῶν ποικίλων ὑφὴ μάλιστα ἐντέχ‐ | |
νων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων· ὑφάνται δ’ ἦσαν ἔνδοξοι. καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται· | 20 | |
5 | τεῦξ’ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν. | |
49 | —V 206 e: θαυμάζεται ... καὶ Ἱερώνυμος ἐπὶ τῇ κατασκευῇ τῆς ἁρμα‐ μάξης, ᾗ συνέβαινε κατακομισθῆναι τὸ Ἀλεξάνδρου σῶμα. | |
52a | Philodemus De rhetorica col. XVIa—XVIIIa, I 198 Sudhaus: πονηρ[ὸ]ν γὰρ ε[ἰς] ὑπόκ[ρι]σιν αἱ [μα]κραὶ περίοδοι, καθάπερ καὶ παρὰ [Δη]μη[τρί]ῳ [κ]εῖται περὶ τῶ[ν Ἰ]σο[κρά]τους (cf. Demetrius Phal. fr. 169). Ἱερών[υμο]ς δέ φησιν ἀναγνῶνα[ι μ]ὲν αὐτοῦ τοὺς λόγου[ς καλῶς] δυνήσεσθαί | |
5 | τιν[α], δη[μ]ηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπαίροντα καὶ ἐν ταύτῃ | |
τῇ κατ[α]σκευῇ [μετὰ] τ[ῆ]ς ἁρμοττο[ύ]σης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέ[γι]στον καὶ κεινητικώτατον παρεῖσθαι τῶν ὄχλων, ἄψυχον γὰρ αὐτοῦ καὶ ἀνυ[π]άκ[ουσ]τ[ο]ν εἶναι τὴν λέξιν καὶ οἱονεὶ πρ[ὸς ἕνα] τόνον πεποιημένην, τὸ δὲ κεκλασμένον καὶ παντοδα[πὸν̣] καὶ ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς παθη‐ | 21 | |
10 | τικαῖς ὑπερθέ[σ]εσιν διειλ[ημ]μένον ἀπο[β]εβληκέναι, τῇ [δ]ὲ λειότητι διὰ παν‐ τὸς δουλεύειν. τοιγα[ρο]ῦν [εὐ]ανάγνωστον μὲν εἶναι [τῆς] φων[ῆς] ὑφειμένης, ἐπα[ρ]θείσης δὲ μ[ή], [λί]αν ταῖς περι[ό]δ[ο]ις κα[τεπ]εί[γ]ουσαν τ[ὸ]ν λέ‐ γοντα, καὶ τὴν ὑπόκρισιν ἀφαιρου[μ]ένου, καὶ σχεδὸν ἐναντίαν τῇ τῶν πολειτικῶν, [τὸ]ν δὲ πολειτευομένων ἐπι[σ̣]τατήσοντα πολειτικὴν δ[ε̣]ῖν καὶ δημηγορικὴν | |
15 | κα[τα]κεχύσθαι λέξιν καὶ μ[ὴ τ̣]ὴν ἐπιδί[φ]ριον καὶ καταψιθυρίζου[σ]αν τὸν λό‐ γον. ὅμοιον [γ]οῦν εἶναι τῷ δασὺ καὶ μέγα περιθέμενον πρό[σ]ωπο[ν] παιδίου φωνὴν ἀφιέ[ν̣αι] [καὶ τ]ὸ τοῖς Ἕλλ[ησ]ιν συμβουλεύοντα καὶ πλάσμα καὶ τὴν ἄλλην κατασκευὴν δημηγόρου περιβαλλόμενον ἐπ’ ἀ[ναγ]νώστου παιδὸς φωνὴν ἀπο[δεδ̣]ρακέναι μήτε τόνον [μ]ήτε πάθος μήθ’ ὑπόκρισιν δυναμένου φέρειν. | |
52b | Dionysius Halicarn. De Isocrate 13: Ἱερώνυμος δὲ ὁ φιλόσο‐ φός φησιν ἀναγνῶναι μὲν ἄν τινα δυνηθῆναι τοὺς λόγους αὐτοῦ (sc. Ἰσοκράτους) καλῶς, δημηγορῆσαι δὲ τήν τε φωνὴν καὶ τὸν τόνον ἐπάραντα καὶ ἐν ταύτῃ τῇ κατασκευῇ μετὰ τῆς ἁρμοττούσης ὑποκρίσεως εἰπεῖν οὐ παντελῶς. τὸ γὰρ μέ‐ | |
5 | γιστον καὶ κινητικώτατον τῶν ὄχλων παραιτεῖσθαι τὸ παθητικὸν καὶ ἔμψυχον. δουλεύειν γὰρ αὐτὸν τῇ λειότητι διὰ παντός, τὸ δὲ κεκραμένον καὶ παντοδαπὸν ἐπιτάσει τε καὶ ἀνέσει καὶ τὸ ταῖς παθητικαῖς ὑπερθέσεσι διειλημμένον ὑπερ‐ βεβηκέναι. καθόλου δέ φησιν αὐτὸν εἰς ἀναγνώστου παιδὸς φωνὴν καταδύντα μήτε τόνον μήτε πάθος μήτε ὑπόκρισιν δύνασθαι φέρειν. πολλοῖς δὲ καὶ ἄλλοις | |
10 | ταῦτα καὶ παραπλήσια τούτοις εἴρηται, περὶ ὧν οὐδὲν δέομαι γράφειν. | |
53 | Plutarchus Quaestiones convivales I 626a: Λαμπρίας δ’ ὁ ... τὴν | |
Ἱερωνύμου ... οὐκ ἀνέγνωκεν ... εὐφυίαν ἐμπεσὼν ... ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν 〈εἴδε〉σι πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ, διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν | 22 | |
5 | ἔχοντας τὴν ὅρασιν. ἀνενεχθέντων δ’ εἰς τὸν ἀέρα καὶ λαβόντων διάστημα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθ’ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθῶν ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπί‐ πτουσιν, ἂν δ’ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδ’ ἄκρατον ὀδώδα‐ | |
10 | σιν. αἴτιον δ’ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένης, ἂν δ’ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ’ εἰλικρινὲς καὶ θερμὸν αὐτῆς ὑπὸ λεπτό‐ | |
τητος διασῴζεται πρὸς τὴν αἴσθησιν. | 23 |